- ΑΙΣΧΥΛΟΥ ΠΡΟΜΗΘΕΥΣ ΔΕΣΜΩΤΗΣ
- ΠΡΟΛΟΓΟΣ
- Κράτος
- Χθονὸς μὲν ἐς τηλουρὸν ἥκομεν πέδον,
- Σκύθην ἐς οἷμον, ἄβατον εἰς ἐρημίαν.
- Ἥφαιστε, σοὶ δὲ χρὴ μέλειν ἐπιστολὰς
- ἅς σοι πατὴρ ἐφεῖτο, τόνδε πρὸς πέτραις
- ὑψηλοκρήμνοις τὸν λεωργὸν ὀχμάσαι
- ἀδαμαντίνων δεσμῶν ἐν ἀρρήκτοις πέδαις.
- τὸ σὸν γὰρ ἄνθος, παντέχνου πυρὸς σέλας,
- θνητοῖσι κλέψας ὤπασεν. τοιᾶσδέ τοι
- ἁμαρτίας σφε δεῖ θεοῖς δοῦναι δίκην,
- ὡς ἂν διδαχθῇ τὴν Διὸς τυραννίδα
- στέργειν, φιλανθρώπου δὲ παύεσθαι τρόπου.
- Ἥφαιστος
- Κράτος Βία τε, σφῷν μὲν ἐντολὴ Διὸς
- ἔχει τέλος δὴ κοὐδὲν ἐμποδὼν ἔτι·
- ἐγὼ δ᾽ ἄτολμός εἰμι συγγενῆ θεὸν
- δῆσαι βίᾳ φάραγγι πρὸς δυσχειμέρῳ.
- πάντως δ᾽ ἀνάγκη τῶνδέ μοι τόλμαν σχεθεῖν·
- ἐξωριάζειν γὰρ πατρὸς λόγους βαρύ.
- τῆς ὀρθοβούλου Θέμιδος αἰπυμῆτα παῖ,
- ἄκοντά σ᾽ ἄκων δυσλύτοις χαλκεύμασι
- προσπασσαλεύσω τῷδ᾽ ἀπανθρώπῳ πάγῳ
- ἵν᾽ οὔτε φωνὴν οὔτε του μορφὴν βροτῶν
- ὄψει, σταθευτὸς δ᾽ ἡλίου φοίβῃ φλογὶ
- χροιᾶς ἀμείψεις ἄνθος. ἀσμένῳ δέ σοι
- ἡ ποικιλείμων νὺξ ἀποκρύψει φάος,
- πάχνην θ᾽ ἑῴαν ἥλιος σκεδᾷ πάλιν·
- ἀεὶ δὲ τοῦ παρόντος ἀχθηδὼν κακοῦ
- τρύσει σ᾽· ὁ λωφήσων γὰρ οὐ πέφυκέ πω.
- τοιαῦτ᾽ ἐπηύρω τοῦ φιλανθρώπου τρόπου.
- θεὸς θεῶν γὰρ οὐχ ὑποπτήσσων χόλον
- βροτοῖσι τιμὰς ὤπασας πέρα δίκης.
- ἀνθ᾽ ὧν ἀτερπῆ τήνδε φρουρήσεις πέτραν
- ὀρθοστάδην, ἄυπνος, οὐ κάμπτων γόνυ·
- πολλοὺς δ᾽ ὀδυρμοὺς καὶ γόους ἀνωφελεῖς
- φθέγξῃ· Διὸς γὰρ δυσπαραίτητοι φρένες.
- ἅπας δὲ τραχὺς ὅστις ἂν νέον κρατῇ.
- Κράτος
- εἶεν, τί μέλλεις καὶ κατοικτίζῃ μάτην;
- τί τὸν θεοῖς ἔχθιστον οὐ στυγεῖς θεόν,
- ὅστις τὸ σὸν θνητοῖσι προὔδωκεν γέρας;
- Ἥφαιστος
- τὸ συγγενές τοι δεινὸν ἥ θ᾽ ὁμιλία.
- Κράτος
- σύμφημ᾽· ἀνηκουστεῖν δὲ τῶν πατρὸς λόγων
- οἷόν τε πῶς; οὐ τοῦτο δειμαίνεις πλέον;
- Ἥφαιστος
- αἰεί γε δὴ νηλὴς σὺ καὶ θράσους πλέως.
- Κράτος
- ἄκος γὰρ οὐδὲν τόνδε θρηνεῖσθαι. σὺ δὲ
- τὰ μηδὲν ὠφελοῦντα μὴ πόνει μάτην.
- Ἥφαιστος
- ὦ πολλὰ μισηθεῖσα χειρωναξία.
- Κράτος
- τί νιν στυγεῖς; πόνων γὰρ ὡς ἁπλῷ λόγῳ
- τῶν νῦν παρόντων οὐδὲν αἰτία τέχνη.
- Ἥφαιστος
- ἔμπας τις αὐτὴν ἄλλος ὤφελεν λαχεῖν.
- Κράτος
- ἅπαντ᾽ ἐπαχθῆ πλὴν θεοῖσι κοιρανεῖν·
- ἐλεύθερος γὰρ οὔτις ἐστὶ πλὴν Διός.
- Ἥφαιστος
- ἔγνωκα τοῖσδε κοὐδὲν ἀντειπεῖν ἔχω.
- Κράτος
- οὔκουν ἐπείξῃ τῷδε δεσμὰ περιβαλεῖν,
- ὡς μή σ᾽ ἐλινύοντα προσδερχθῇ πατήρ;
- Ἥφαιστος
- καὶ δὴ πρόχειρα ψάλια δέρκεσθαι πάρα.
- Κράτος
- βαλών νιν ἀμφὶ χερσὶν ἐγκρατεῖ σθένει
- ῥαιστῆρι θεῖνε, πασσάλευε πρὸς πέτραις.
- Ἥφαιστος
- περαίνεται δὴ κοὐ ματᾷ τοὔργον τόδε.
- Κράτος
- ἄρασσε μᾶλλον, σφίγγε, μηδαμῇ χάλα.
- δεινὸς γὰρ εὑρεῖν κἀξ ἀμηχάνων πόρον.
- Ἥφαιστος
- ἄραρεν ἥδε γ᾽ ὠλένη δυσεκλύτως.
- Κράτος
- καὶ τήνδε νῦν πόρπασον ἀσφαλῶς, ἵνα
- μάθῃ σοφιστὴς ὢν Διὸς νωθέστερος.
- Ἥφαιστος
- πλὴν τοῦδ᾽ ἂν οὐδεὶς ἐνδίκως μέμψαιτό μοι.
- Κράτος
- ἀδαμαντίνου νῦν σφηνὸς αὐθάδη γνάθον
- στέρνων διαμπὰξ πασσάλευ᾽ ἐρρωμένως.
- Ἥφαιστος
- αἰαῖ, Προμηθεῦ, σῶν ὑπερστένω πόνων.
- Κράτος
- σὺ δ᾽ αὖ κατοκνεῖς τῶν Διός τ᾽ ἐχθρῶν ὕπερ
- στένεις; ὅπως μὴ σαυτὸν οἰκτιεῖς ποτε.
- Ἥφαιστος
- ὁρᾷς θέαμα δυσθέατον ὄμμασιν.
- Κράτος
- ὁρῶ κυροῦντα τόνδε τῶν ἐπαξίων.
- ἀλλ᾽ ἀμφὶ πλευραῖς μασχαλιστῆρας βάλε.
- Ἥφαιστος
- δρᾶν ταῦτ᾽ ἀνάγκη, μηδὲν ἐγκέλευ᾽ ἄγαν.
- Κράτος
- ἦ μὴν κελεύσω κἀπιθωύξω γε πρός.
- χώρει κάτω, σκέλη δὲ κίρκωσον βίᾳ.
- Ἥφαιστος
- καὶ δὴ πέπρακται τοὔργον οὐ μακρῷ πόνῳ.
- Κράτος
- ἐρρωμένως νῦν θεῖνε διατόρους πέδας·
- ὡς οὑπιτιμητής γε τῶν ἔργων βαρύς.
- Ἥφαιστος
- ὅμοια μορφῇ γλῶσσά σου γηρύεται.
- Κράτος
- σὺ μαλθακίζου, τὴν δ᾽ ἐμὴν αὐθαδίαν
- ὀργῆς τε τραχύτητα μὴ ᾽πίπλησσέ μοι.
- Ἥφαιστος
- στείχωμεν, ὡς κώλοισιν ἀμφίβληστρ᾽ ἔχει.
- Κράτος
- ἐνταῦθα νῦν ὕβριζε καὶ θεῶν γέρα
- συλῶν ἐφημέροισι προστίθει. τί σοι
- οἷοί τε θνητοὶ τῶνδ᾽ ἀπαντλῆσαι πόνων;
- ψευδωνύμως σε δαίμονες Προμηθέα
- καλοῦσιν· αὐτὸν γάρ σε δεῖ προμηθέως,
- ὅτῳ τρόπῳ τῆσδ᾽ ἐκκυλισθήσῃ τέχνης.
- Προμηθεύς
- ὦ δῖος αἰθὴρ καὶ ταχύπτεροι πνοαί,
- ποταμῶν τε πηγαί, ποντίων τε κυμάτων
- ἀνήριθμον γέλασμα, παμμῆτόρ τε γῆ,
- καὶ τὸν πανόπτην κύκλον ἡλίου καλῶ.
- ἴδεσθέ μ᾽ οἷα πρὸς θεῶν πάσχω θεός.
- δέρχθηθ᾽ οἵαις αἰκείαισιν
- διακναιόμενος τὸν μυριετῆ
- χρόνον ἀθλεύσω.
- τοιόνδ᾽ ὁ νέος ταγὸς μακάρων
- ἐξηῦρ᾽ ἐπ᾽ ἐμοὶ δεσμὸν ἀεικῆ.
- φεῦ φεῦ, τὸ παρὸν τό τ᾽ ἐπερχόμενον
- πῆμα στενάχω, πῇ ποτε μόχθων
- χρὴ τέρματα τῶνδ᾽ ἐπιτεῖλαι.
- καίτοι τί φημι; πάντα προυξεπίσταμαι
- σκεθρῶς τὰ μέλλοντ᾽, οὐδέ μοι ποταίνιον
- πῆμ᾽ οὐδὲν ἥξει. τὴν πεπρωμένην δὲ χρὴ
- αἶσαν φέρειν ὡς ῥᾷστα, γιγνώσκονθ᾽ ὅτι
- τὸ τῆς ἀνάγκης ἔστ᾽ ἀδήριτον σθένος.
- ἀλλ᾽ οὔτε σιγᾶν οὔτε μὴ σιγᾶν τύχας
- οἷόν τέ μοι τάσδ᾽ ἐστί. θνητοῖς γὰρ γέρα
- πορὼν ἀνάγκαις ταῖσδ᾽ ἐνέζευγμαι τάλας.
- ναρθηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς
- πηγὴν κλοπαίαν, ἣ διδάσκαλος τέχνης
- πάσης βροτοῖς πέφηνε καὶ μέγας πόρος.
- τοιῶνδε ποινὰς ἀμπλακημάτων τίνω
- ὑπαιθρίοις δεσμοῖς πεπασσαλευμένος.
- ἆ ἆ ἔα ἔα.
- τίς ἀχώ, τίς ὀδμὰ προσέπτα μ᾽ ἀφεγγής,
- θεόσυτος, ἢ βρότειος, ἢ κεκραμένη;
- ἵκετο τερμόνιον ἐπὶ πάγον
- πόνων ἐμῶν θεωρός, ἢ τί δὴ θέλων;
- ὁρᾶτε δεσμώτην με δύσποτμον θεόν
- τὸν Διὸς ἐχθρόν, τὸν πᾶσι θεοῖς
- δι᾽ ἀπεχθείας ἐλθόνθ᾽ ὁπόσοι
- τὴν Διὸς αὐλὴν εἰσοιχνεῦσιν,
- διὰ τὴν λίαν φιλότητα βροτῶν.
- φεῦ φεῦ, τί ποτ᾽ αὖ κινάθισμα κλύω
- πέλας οἰωνῶν; αἰθὴρ δ᾽ ἐλαφραῖς
- πτερύγων ῥιπαῖς ὑποσυρίζει.
- πᾶν μοι φοβερὸν τὸ προσέρπον.
- Π Α Ρ Ο Δ Ο Σ
- Χορός
- μηδὲν φοβηθῇς· φιλία
- γὰρ ἅδε τάξις πτερύγων
- θοαῖς ἁμίλλαις προσέβα
- τόνδε πάγον, πατρῴας
- μόγις παρειποῦσα φρένας.
- κραιπνοφόροι δέ μ᾽ ἔπεμψαν αὖραι·
- κτύπου γὰρ ἀχὼ χάλυβος
- διῇξεν ἄντρων μυχόν, ἐκ
- δ᾽ ἔπληξέ μου τὰν θεμερῶπιν αἰδῶ·
- σύθην δ᾽ ἀπέδιλος ὄχῳ πτερωτῷ.
- Προμηθεύς
- αἰαῖ αἰαῖ,
- τῆς πολυτέκνου Τηθύος ἔκγονα,
- τοῦ περὶ πᾶσάν θ᾽ εἱλισσομένου
- χθόν᾽ ἀκοιμήτῳ ῥεύματι παῖδες
- πατρὸς, Ὠκεανοῦ,
- δέρχθητ᾽, ἐσίδεσθ᾽ οἵῳ δεσμῷ,
- προσπορπατὸς τῆσδε φάραγγος
- σκοπέλοις ἐν ἄκροις
- φρουρὰν ἄζηλον ὀχήσω.
- Χορός
- λεύσσω, Προμηθεῦ· φοβερὰ
- δ᾽ ἐμοῖσιν ὄσσοις ὀμίχλα
- προσῇξε πλήρης δακρύων
- σὸν δέμας εἰσιδούσᾳ
- πέτραις προσαυαινόμενον
- ταῖσδ᾽ ἀδαμαντοδέτοισι λύμαις.
- νέοι γὰρ οἰακονόμοι
- κρατοῦσ᾽, Ὀλύμπου· νεοχμοῖς
- δὲ δὴ νόμοις Ζεὺς ἀθέτως κρατύνει.
- τὰ πρὶν δὲ πελώρια νῦν ἀιστοῖ.
- Προμηθεύς
- εἰ γάρ μ᾽ ὑπὸ γῆν νέρθεν θ᾽ Ἅιδου
- τοῦ νεκροδέγμονος εἰς ἀπέρατον
- Τάρταρον ἧκεν,
- δεσμοῖς ἀλύτοις ἀγρίως πελάσας,
- ὡς μήτε θεὸς μήτε τις ἄλλος
- τοῖσδ᾽ ἐπεγήθει.
- νῦν δ᾽ αἰθέριον κίνυγμ᾽ ὁ τάλας
- ἐχθροῖς ἐπίχαρτα πέπονθα.
- Χορός
- τίς ὧδε τλησικάρδιος
- θεῶν, ὅτῳ τάδ᾽ ἐπιχαρῆ;
- τίς οὐ ξυνασχαλᾷ κακοῖς
- τεοῖσι, δίχα γε Διός; ὁ δ᾽ ἐπικότως ἀεὶ
- θέμενος ἄγναμπτον νόον
- δάμναται Οὐρανίαν
- γένναν, οὐδὲ λήξει,
- πρὶν ἂν ἢ κορέσῃ κέαρ ἢ παλάμᾳ τινὶ
- τὰν δυσάλωτον ἕλῃ τις ἀρχάν.
- Προμηθεύς
- ἦ μὴν ἔτ᾽ ἐμοῦ, καίπερ κρατεραῖς
- ἐν γυιοπέδαις αἰκιζομένου,
- χρείαν ἕξει μακάρων πρύτανις,
- δεῖξαι τὸ νέον βούλευμ᾽ ὑφ᾽ ὅτου
- σκῆπτρον τιμάς τ᾽ ἀποσυλᾶται.
- καί μ᾽ οὔτι μελιγλώσσοις πειθοῦς
- ἐπαοιδαῖσιν θέλξει, στερεάς τ᾽
- οὔποτ᾽ ἀπειλὰς πτήξας τόδ᾽ ἐγὼ
- καταμηνύσω,
- πρὶν ἂν ἐξ ἀγρίων δεσμῶν χαλάσῃ
- ποινάς τε τίνειν
- τῆσδ᾽ αἰκείας ἐθελήσῃ.
- Χορός
- σὺ μὲν θρασύς τε καὶ πικραῖς
- δύαισιν οὐδὲν ἐπιχαλᾷς,
- ἄγαν δ᾽ ἐλευθεροστομεῖς.
- ἐμὰς δὲ φρένας ἐρέθισε διάτορος φόβος·
- δέδια δ᾽ ἀμφὶ σαῖς τύχαις,
- πᾷ ποτε τῶνδε πόνων
- χρή σε τέρμα κέλ-
- σαντ᾽ ἐσιδεῖν· ἀκίχητα γὰρ ἤθεα καὶ κέαρ
- ἀπαράμυθον ἔχει Κρόνου παῖς.
- Προμηθεύς
- οἶδ᾽ ὅτι τραχὺς καὶ παρ᾽ ἑαυτῷ
- τὸ δίκαιον ἔχων Ζεύς. ἀλλ᾽ ἔμπας [ὀίω]
- μαλακογνώμων
- ἔσται ποθ᾽, ὅταν ταύτῃ ῥαισθῇ·
- τὴν δ᾽ ἀτέραμνον στορέσας ὀργὴν
- εἰς ἀρθμὸν ἐμοὶ καὶ φιλότητα
- σπεύδων σπεύδοντί ποθ᾽ ἥξει.
- Α' Ε Π Ε Ι Σ Ο Δ Ι Ο
- Χορός
- πάντ᾽ ἐκκάλυψον καὶ γέγων᾽ ἡμῖν λόγον,
- ποίῳ λαβών σε Ζεὺς ἐπ᾽ αἰτιάματι,
- οὕτως ἀτίμως καὶ πικρῶς αἰκίζεται·
- δίδαξον ἡμᾶς, εἴ τι μὴ βλάπτει λόγῳ.
- Προμηθεύς
- ἀλγεινὰ μέν μοι καὶ λέγειν ἐστὶν τάδε,
- ἄλγος δὲ σιγᾶν, πανταχῇ δὲ δύσποτμα.
- ἐπεὶ τάχιστ᾽ ἤρξαντο δαίμονες χόλου
- στάσις τ᾽ ἐν ἀλλήλοισιν ὠροθύνετο,
- οἱ μὲν θέλοντες ἐκβαλεῖν ἕδρας Κρόνον,
- ὡς Ζεὺς ἀνάσσοι δῆθεν, οἱ δὲ τοὔμπαλιν
- σπεύδοντες, ὡς Ζεὺς μήποτ᾽ ἄρξειεν θεῶν,
- ἐνταῦθ᾽ ἐγὼ τὰ λῷστα βουλεύων πιθεῖν
- Τιτᾶνας, Οὐρανοῦ τε καὶ Χθονὸς τέκνα,
- οὐκ ἠδυνήθην. αἱμύλας δὲ μηχανὰς
- ἀτιμάσαντες καρτεροῖς φρονήμασιν
- ᾤοντ᾽ ἀμοχθεὶ πρὸς βίαν τε δεσπόσειν·
- ἐμοὶ δὲ μήτηρ οὐχ ἅπαξ μόνον Θέμις,
- καὶ Γαῖα, πολλῶν ὀνομάτων μορφὴ μία,
- τὸ μέλλον κραίνοιτο προυτεθεσπίκει,
- ὡς οὐ κατ᾽ ἰσχὺν οὐδὲ πρὸς τὸ καρτερόν
- χρείη, δόλῳ δὲ τοὺς ὑπερσχόντας κρατεῖν.
- τοιαῦτ᾽ ἐμοῦ λόγοισιν ἐξηγουμένου
- οὐκ ἠξίωσαν οὐδὲ προσβλέψαι τὸ πᾶν.
- κράτιστα δή μοι τῶν παρεστώτων τότε
- ἐφαίνετ᾽ εἶναι προσλαβόντα μητέρα
- ἑκόνθ᾽ ἑκόντι Ζηνὶ συμπαραστατεῖν.
- ἐμαῖς δὲ βουλαῖς Ταρτάρου μελαμβαθὴς
- κευθμὼν καλύπτει τὸν παλαιγενῆ Κρόνον
- αὐτοῖσι συμμάχοισι. τοιάδ᾽ ἐξ ἐμοῦ
- ὁ τῶν θεῶν τύραννος ὠφελημένος
- κακαῖσι ποιναῖς ταῖσδὲ μ᾽ ἐξημείψατο.
- ἔνεστι γάρ πως τοῦτο τῇ τυραννίδι
- νόσημα, τοῖς φίλοισι μὴ πεποιθέναι.
- ὃ δ᾽ οὖν ἐρωτᾶτ᾽, αἰτίαν καθ᾽ ἥντινα
- αἰκίζεταί με, τοῦτο δὴ σαφηνιῶ.
- ὅπως τάχιστα τὸν πατρῷον ἐς θρόνον
- καθέζετ᾽, εὐθὺς δαίμοσιν νέμει γέρα
- ἄλλοισιν ἄλλα καὶ διεστοιχίζετο
- ἀρχήν· βροτῶν δὲ τῶν ταλαιπώρων λόγον
- οὐκ ἔσχεν οὐδέν᾽, ἀλλ᾽ ἀιστώσας γένος
- τὸ πᾶν ἔχρῃζεν ἄλλο φιτῦσαι νέον.
- καὶ τοῖσιν οὐδεὶς ἀντέβαινε πλὴν ἐμοῦ.
- ἐγὼ δ᾽ ἐτόλμησ᾽· ἐξελυσάμην βροτοὺς
- τὸ μὴ διαρραισθέντας εἰς Ἅιδου μολεῖν.
- τῷ τοι τοιαῖσδε πημοναῖσι κάμπτομαι,
- πάσχειν μὲν ἀλγειναῖσιν, οἰκτραῖσιν δ᾽ ἰδεῖν·
- θνητοὺς δ᾽ ἐν οἴκτῳ προθέμενος, τούτου τυχεῖν
- οὐκ ἠξιώθην αὐτός, ἀλλὰ νηλεῶς
- ὧδ᾽ ἐρρύθμισμαι, Ζηνὶ δυσκλεὴς θέα.
- Χορός
- σιδηρόφρων τε κἀκ πέτρας εἰργασμένος
- ὅστις, Προμηθεῦ, σοῖσιν οὐ συνασχαλᾷ
- μόχθοις· ἐγὼ γὰρ οὔτ᾽ ἂν εἰσιδεῖν τάδε
- ἔχρῃζον εἰσιδοῦσά τ᾽ ἠλγύνθην κέαρ.
- Προμηθεύς
- καὶ μὴν φίλοις γ᾽ ἐλεινὸς εἰσορᾶν ἐγώ.
- Χορός
- μή πού τι προύβης τῶνδε καὶ περαιτέρω;
- Προμηθεύς
- θνητούς γ᾽ ἔπαυσα μὴ προδέρκεσθαι μόρον.
- Χορός
- τὸ ποῖον εὑρὼν τῆσδε φάρμακον νόσου;
- Προμηθεύς
- τυφλὰς ἐν αὐτοῖς ἐλπίδας κατῴκισα.
- Χορός
- μέγ᾽ ὠφέλημα τοῦτ᾽ ἐδωρήσω βροτοῖς.
- Προμηθεύς
- πρὸς τοῖσδε μέντοι πῦρ ἐγώ σφιν ὤπασα.
- Χορός
- καὶ νῦν φλογωπὸν πῦρ ἔχουσ᾽ ἐφήμεροι;
- Προμηθεύς
- ἀφ᾽ οὗ γε πολλὰς ἐκμαθήσονται τέχνας.
- Χορός
- τοιοῖσδε δή σε Ζεὺς ἐπ᾽ αἰτιάμασιν--
- Προμηθεύς
- αἰκίζεταί τε κοὐδαμῇ χαλᾷ κακῶν.
- Χορός
- οὐδ᾽ ἔστιν ἄθλου τέρμα σοι προκείμενον;
- Προμηθεύς
- οὐκ ἄλλο γ᾽ οὐδέν, πλὴν ὅταν κείνῳ δοκῇ.
- Χορός
- δόξει δὲ πῶς; τίς ἐλπίς; οὐχ ὁρᾷς ὅτι
- ἥμαρτες; ὡς δ᾽ ἥμαρτες οὔτ᾽ ἐμοὶ λέγειν
- καθ᾽ ἡδονὴν σοί τ᾽ ἄλγος. ἀλλὰ ταῦτα μὲν
- μεθῶμεν, ἄθλου δ᾽ ἔκλυσιν ζήτει τινά.
- Προμηθεύς
- ἐλαφρὸν ὅστις πημάτων ἔξω πόδα
- ἔχει παραινεῖν νουθετεῖν τε τὸν κακῶς
- πράσσοντ᾽· ἐγὼ δὲ ταῦθ᾽ ἅπαντ᾽ ἠπιστάμην.
- ἑκὼν ἑκὼν ἥμαρτον, οὐκ ἀρνήσομαι·
- θνητοῖς ἀρήγων αὐτὸς ηὑρόμην πόνους.
- οὐ μήν τι ποιναῖς γ᾽ ᾠόμην τοίαισί με
- κατισχνανεῖσθαι πρὸς πέτραις πεδαρσίοις,
- τυχόντ᾽ ἐρήμου τοῦδ᾽ ἀγείτονος πάγου.
- καί μοι τὰ μὲν παρόντα μὴ δύρεσθ᾽ ἄχη,
- πέδοι δὲ βᾶσαι τὰς προσερπούσας τύχας
- ἀκούσαθ᾽, ὡς μάθητε διὰ τέλους τὸ πᾶν.
- πίθεσθέ μοι πίθεσθε, συμπονήσατε
- τῷ νῦν μογοῦντι. ταὐτά τοι πλανωμένη
- πρὸς ἄλλοτ᾽ ἄλλον πημονὴ προσιζάνει.
- Χορός
- οὐκ ἀκούσαις ἐπεθώυξας
- τοῦτο, Προμηθεῦ.
- καὶ νῦν ἐλαφρῷ ποδὶ κραιπνόσυτον
- θᾶκον προλιποῦσ᾽, αἰθέρα θ᾽ ἁγνὸν
- πόρον οἰωνῶν, ὀκριοέσσῃ
- χθονὶ τῇδε πελῶ, τοὺς σοὺς δὲ πόνους
- χρῄζω διὰ παντὸς ἀκοῦσαι.
- Ὠκεανός
- ἥκω δολιχῆς τέρμα κελεύθου
- διαμειψάμενος πρὸς σέ, Προμηθεῦ,
- τὸν πτερυγωκῆ τόνδ᾽ οἰωνὸν
- γνώμῃ στομίων ἄτερ εὐθύνων·
- ταῖς σαῖς δὲ τύχαις, ἴσθι, συναλγῶ.
- τὸ τε γάρ με, δοκῶ, συγγενὲς οὕτως
- ἐσαναγκάζει,
- χωρίς τε γένους οὐκ ἔστιν ὅτῳ
- μείζονα μοῖραν νείμαιμ᾽ ἢ σοί.
- γνώσῃ δὲ τάδ᾽ ὡς ἔτυμ᾽, οὐδὲ μάτην
- χαριτογλωσσεῖν ἔνι μοι· φέρε γὰρ
- σήμαιν᾽ ὅ τι χρή σοι συμπράσσειν·
- οὐ γάρ ποτ᾽ ἐρεῖς ὡς Ὠκεανοῦ
- φίλος ἐστὶ βεβαιότερός σοι.
- Προμηθεύς
- ἔα· τί χρῆμα λεύσσω; καὶ σὺ δὴ πόνων ἐμῶν
- ἥκεις ἐπόπτης; πῶς ἐτόλμησας, λιπὼν
- ἐπώνυμόν τε ῥεῦμα καὶ πετρηρεφῆ
- αὐτόκτιτ᾽ ἄντρα, τὴν σιδηρομήτορα
- ἐλθεῖν ἐς αἶαν; ἦ θεωρήσων τύχας
- ἐμὰς ἀφῖξαι καὶ συνασχαλῶν κακοῖς;
- δέρκου θέαμα, τόνδε τὸν Διὸς φίλον,
- τὸν συγκαταστήσαντα τὴν τυραννίδα,
- οἵαις ὑπ᾽ αὐτοῦ πημοναῖσι κάμπτομαι.
- Ὠκεανός
- ὁρῶ, Προμηθεῦ, καὶ παραινέσαι γέ σοι
- θέλω τὰ λῷστα, καίπερ ὄντι ποικίλῳ.
- γίγνωσκε σαυτὸν καὶ μεθάρμοσαι τρόπους
- νέους· νέος γὰρ καὶ τύραννος ἐν θεοῖς.
- εἰ δ᾽ ὧδε τραχεῖς καὶ τεθηγμένους λόγους
- ῥίψεις, τάχ᾽ ἄν σου καὶ μακρὰν ἀνωτέρω
- θακῶν κλύοι Ζεύς, ὥστε σοι τὸν νῦν ὄχλον
- παρόντα μόχθων παιδιὰν εἶναι δοκεῖν.
- ἀλλ᾽, ὦ ταλαίπωρ᾽, ἃς ἔχεις ὀργὰς ἄφες,
- ζήτει δὲ τῶνδε πημάτων ἀπαλλαγάς.
- ἀρχαῖ᾽ ἴσως σοι φαίνομαι λέγειν τάδε·
- τοιαῦτα μέντοι τῆς ἄγαν ὑψηγόρου
- γλώσσης, Προμηθεῦ, τἀπίχειρα γίγνεται.
- σὺ δ᾽ οὐδέπω ταπεινὸς οὐδ᾽ εἴκεις κακοῖς,
- πρὸς τοῖς παροῦσι δ᾽ ἄλλα προσλαβεῖν θέλεις.
- οὔκουν ἔμοιγε χρώμενος διδασκάλῳ
- πρὸς κέντρα κῶλον ἐκτενεῖς, ὁρῶν ὅτι
- τραχὺς μόναρχος οὐδ᾽ ὑπεύθυνος κρατεῖ.
- καὶ νῦν ἐγὼ μὲν εἶμι καὶ πειράσομαι
- ἐὰν δύνωμαι τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
- σὺ δ᾽ ἡσύχαζε μηδ᾽ ἄγαν λαβροστόμει.
- ἢ οὐκ οἶσθ᾽ ἀκριβῶς ὢν περισσόφρων ὅτι
- γλώσσῃ ματαίᾳ ζημία προστρίβεται;
- Προμηθεύς
- ζηλῶ σ᾽ ὁθούνεκ᾽ ἐκτὸς αἰτίας κυρεῖς
- τούτων μετασχεῖν καὶ τετολμηκὼς ἐμοί.
- καὶ νῦν ἔασον μηδέ σοι μελησάτω.
- πάντως γὰρ οὐ πείσεις νιν· οὐ γὰρ εὐπιθής.
- πάπταινε δ᾽ αὐτὸς μή τι πημανθῇς ὁδῷ.
- Ὠκεανός
- πολλῷ γ᾽ ἀμείνων τοὺς πέλας φρενοῦν ἔφυς
- ἢ σαυτόν· ἔργῳ κοὐ λόγῳ τεκμαίρομαι.
- ὁρμώμενον δὲ μηδαμῶς ἀντισπάσῃς.
- αὐχῶ γὰρ αὐχῶ τήνδε δωρεὰν ἐμοὶ
- δώσειν Δί᾽, ὥστε τῶνδέ σ᾽ ἐκλῦσαι πόνων.
- Προμηθεύς
- τὰ μὲν σ᾽ ἐπαινῶ κοὐδαμῇ λήξω ποτέ·
- προθυμίας γὰρ οὐδὲν ἐλλείπεις. ἀτὰρ
- μηδὲν πόνει. μάτην γὰρ οὐδὲν ὠφελῶν
- ἐμοὶ πονήσεις, εἴ τι καὶ πονεῖν θέλεις.
- ἀλλ᾽ ἡσύχαζε σαυτὸν ἐκποδὼν ἔχων·
- ἐγὼ γὰρ οὐκ, εἰ δυστυχῶ, τοῦδ᾽ εἵνεκα
- θέλοιμ᾽ ἂν ὡς πλείστοισι πημονὰς τυχεῖν.
- οὐ δῆτ᾽ ἐπεί με καὶ κασιγνήτου τύχαι
- τείρουσ᾽ Ἄτλαντος, ὃς πρὸς ἑσπέρους τόπους
- ἕστηκε κίον᾽ οὐρανοῦ τε καὶ χθονὸς
- ὤμοις ἐρείδων, ἄχθος οὐκ εὐάγκαλον.
- τὸν γηγενῆ τε Κιλικίων οἰκήτορα
- ἄντρων ἰδὼν ᾤκτιρα, δάιον τέρας
- ἑκατογκάρανον πρὸς βίαν χειρούμενον
- Τυφῶνα θοῦρον· πᾶσιν [ὅς] ἀντέστη θεοῖς,
- σμερδναῖσι γαμφηλαῖσι συρίζων φόβον·
- ἐξ ὀμμάτων δ᾽ ἤστραπτε γοργωπὸν σέλας,
- ὡς τὴν Διὸς τυραννίδ᾽ ἐκπέρσων βίᾳ·
- ἀλλ᾽ ἦλθεν αὐτῷ Ζηνὸς ἄγρυπνον βέλος,
- καταιβάτης κεραυνὸς ἐκπνέων φλόγα,
- ὃς αὐτὸν ἐξέπληξε τῶν ὑψηγόρων
- κομπασμάτων. φρένας γὰρ εἰς αὐτὰς τυπεὶς
- ἐφεψαλώθη κἀξεβροντήθη σθένος.
- καὶ νῦν ἀχρεῖον καὶ παράορον δέμας
- κεῖται στενωποῦ πλησίον θαλασσίου
- ἰπούμενος ῥίζαισιν Αἰτναίαις ὕπο·
- κορυφαῖς δ᾽ ἐν ἄκραις ἥμενος μυδροκτυπεῖ
- Ἥφαιστος· ἔνθεν ἐκραγήσονταί ποτε
- ποταμοὶ πυρὸς δάπτοντες ἀγρίαις γνάθοις
- τῆς καλλικάρπου Σικελίας λευροὺς γύας·
- τοιόνδε Τυφὼς ἐξαναζέσει χόλον
- θερμοῖς ἀπλάτου βέλεσι πυρπνόου ζάλης,
- καίπερ κεραυνῷ Ζηνὸς ἠνθρακωμένος.
- σὺ δ᾽ οὐκ ἄπειρος, οὐδ᾽ ἐμοῦ διδασκάλου
- χρῄζεις· σεαυτὸν σῷζ᾽ ὅπως ἐπίστασαι·
- ἐγὼ δὲ τὴν παροῦσαν ἀντλήσω τύχην,
- ἔστ᾽ ἂν Διὸς φρόνημα λωφήσῃ χόλου.
- Ὠκεανός
- οὔκουν, Προμηθεῦ, τοῦτο γιγνώσκεις, ὅτι
- ὀργῆς νοσούσης εἰσὶν ἰατροὶ λόγοι;
- Προμηθεύς
- ἐάν τις ἐν καιρῷ γε μαλθάσσῃ κέαρ
- καὶ μὴ σφριγῶντα θυμὸν ἰσχναίνῃ βίᾳ.
- Ὠκεανός
- ἐν τῷ προθυμεῖσθαι δὲ καὶ τολμᾶν τίνα
- ὁρᾷς ἐνοῦσαν ζημίαν; δίδασκέ με.
- Προμηθεύς
- μόχθον περισσὸν κουφόνουν τ᾽ εὐηθίαν.
- Ὠκεανός
- ἔα με τῇδε τῇ νόσῳ νοσεῖν, ἐπεὶ
- κέρδιστον εὖ φρονοῦντα μὴ φρονεῖν δοκεῖν.
- Προμηθεύς
- ἐμὸν δοκήσει τἀμπλάκημ᾽ εἶναι τόδε.
- Ὠκεανός
- σαφῶς μ᾽ ἐς οἶκον σὸς λόγος στέλλει πάλιν.
- Προμηθεύς
- μὴ γάρ σε θρῆνος οὑμὸς εἰς ἔχθραν βάλῃ.
- Ὠκεανός
- ἦ τῷ νέον θακοῦντι παγκρατεῖς ἕδρας;
Προμηθεύς - τούτου φυλάσσου μή ποτ᾽ ἀχθεσθῇ κέαρ.
- Ὠκεανός
- ἡ σή, Προμηθεῦ, συμφορὰ διδάσκαλος.
- Προμηθεύς
- στέλλου, κομίζου, σῷζε τὸν παρόντα νοῦν.
- Ὠκεανός
- ὁρμωμένῳ μοι τόνδ᾽ ἐθώυξας λόγον.
- λευρὸν γὰρ οἷμον αἰθέρος ψαίρει πτεροῖς
- τετρασκελὴς οἰωνός· ἄσμενος δέ τἂν
- σταθμοῖς ἐν οἰκείοισι κάμψειεν γόνυ.
- Α' Σ Τ Α Σ Ι Μ Ο
- Χορός
- στένω σε τᾶς οὐλομένας τύχας, Προμηθεῦ·
- δακρυσίστακτα δ᾽ ἀπ᾽ ὄσσων
- ῥαδινὰν λειβομένα ῥέος παρειὰν
- νοτίοις ἔτεγξα παγαῖς·
- ἀμέγαρτα γὰρ τάδε Ζεὺς
- ἰδίοις νόμοις κρατύνων
- ὑπερήφανον θεοῖς τοῖς
- πάρος ἐνδείκνυσιν αἰχμάν.
- πρόπασα δ᾽ ἤδη στονόεν λέλακε χώρα,
- μεγαλοσχήμονά ἀρχαι-
- οπρεπῆ στένουσι τὰν σὰν
- ξυνομαιμόνων τε τιμάν,
- ὁπόσοι τ᾽ ἔποικον ἁγνᾶς
- Ἀσίας ἕδος νέμονται,
- μεγαλοστόνοισι σοῖς πή-
- μασι συγκάμνουσι θνατοί.
- Κολχίδος τε γᾶς ἔνοικοι
- παρθένοι, μάχας ἄτρεστοι,
- καὶ Σκύθης ὅμιλος, οἳ γᾶς
- ἔσχατον τόπον ἀμφὶ Μαι-
- ῶτιν ἔχουσι λίμναν,
- Ἀραβίας τ᾽ ἄρειον ἄνθος,
- ὑψίκρημνον οἳ πόλισμα
- Καυκάσου πέλας νέμονται,
- δάιος στρατός, ὀξυπρῴ-
- ροισι βρέμων ἐν αἰχμαῖς.
- [μόνον δὴ πρόσθεν ἄλλον ἐν πόνοις
- δαμέντ᾽ ἀδαμαντοδέτοις
- Τιτᾶνα λύμαις εἰσιδόμαν, θεόν,
- Ἄτλαντος [αἰὲν]; ὑπέροχον σθένος κραταιόν,
- <ὃς> οὐράνιόν [τε] πόλον
- νώτοις στέγων ὑποστενάζει.]
- βοᾷ δὲ πόντιος κλύδων
- ξυμπίτνων, στένει βυθός,
- κελαινὸς δ᾽ Ἄιδος ὑποβρέμει μυχὸς γᾶς,
- παγαί θ᾽ ἁγνορύτων ποταμῶν
- στένουσιν ἄλγος οἰκτρόν.
- Β' Ε Π Ε Ι Σ Ο Δ Ι Ο
- Προμηθεύς
- μή τοι χλιδῇ δοκεῖτε μηδ᾽ αὐθαδίᾳ
- σιγᾶν με· συννοίᾳ δὲ δάπτομαι κέαρ,
- ὁρῶν ἐμαυτὸν ὧδε προυσελούμενον.
- καίτοι θεοῖσι τοῖς νέοις τούτοις γέρα
- τίς ἄλλος ἢ ᾽γὼ παντελῶς διώρισεν;
- ἀλλ᾽ αὐτὰ σιγῶ· καὶ γὰρ εἰδυίαισιν ἂν
- ὑμῖν λέγοιμι· τἀν βροτοῖς δὲ πήματα
- ἀκούσαθ᾽, ὥς σφας νηπίους ὄντας τὸ πρὶν
- ἔννους ἔθηκα καὶ φρενῶν ἐπηβόλους.
- λέξω δέ, μέμψιν οὔτιν᾽ ἀνθρώποις ἔχων,
- ἀλλ᾽ ὧν δέδωκ᾽ εὔνοιαν ἐξηγούμενος·
- οἳ πρῶτα μὲν βλέποντες ἔβλεπον μάτην,
- κλύοντες οὐκ ἤκουον, ἀλλ᾽ ὀνειράτων
- ἀλίγκιοι μορφαῖσι τὸν μακρὸν βίον
- ἔφυρον εἰκῇ πάντα, κοὔτε πλινθυφεῖς
- δόμους προσείλους, ᾖσαν, οὐ ξυλουργίαν·
- κατώρυχες δ᾽ ἔναιον ὥστ᾽ ἀήσυροι
- μύρμηκες ἄντρων ἐν μυχοῖς ἀνηλίοις.
- ἦν δ᾽ οὐδὲν αὐτοῖς οὔτε χείματος τέκμαρ
- οὔτ᾽ ἀνθεμώδους ἦρος οὔτε καρπίμου
- θέρους βέβαιον, ἀλλ᾽ ἄτερ γνώμης τὸ πᾶν
- ἔπρασσον, ἔστε δή σφιν ἀντολὰς ἐγὼ
- ἄστρων ἔδειξα τάς τε δυσκρίτους δύσεις.
- καὶ μὴν ἀριθμόν, ἔξοχον σοφισμάτων,
- ἐξηῦρον αὐτοῖς, γραμμάτων τε συνθέσεις,
- μνήμην ἁπάντων, μουσομήτορ᾽ ἐργάνην.
- κἄζευξα πρῶτος ἐν ζυγοῖσι κνώδαλα
- ζεύγλαισι δουλεύοντα σάγμασὶν θ᾽, ὅπως
- θνητοῖς μεγίστων διάδοχοι μοχθημάτων
- γένοινθ᾽, ὑφ᾽ ἅρμα τ᾽ ἤγαγον φιληνίους
- ἵππους, ἄγαλμα τῆς ὑπερπλούτου χλιδῆς.
- θαλασσόπλαγκτα δ᾽ οὔτις ἄλλος ἀντ᾽ ἐμοῦ
- λινόπτερ᾽ ηὗρε ναυτίλων ὀχήματα.
- τοιαῦτα μηχανήματ᾽ ἐξευρὼν τάλας
- βροτοῖσιν, αὐτὸς οὐκ ἔχω σόφισμ᾽ ὅτῳ
- τῆς νῦν παρούσης πημονῆς ἀπαλλαγῶ.
- Χορός
- πέπονθας αἰκὲς πῆμ᾽· ἀποσφαλεὶς φρενῶν
- πλανᾷ, κακὸς δ᾽ ἰατρὸς ὥς τις ἐς νόσον
- πεσὼν ἀθυμεῖς καὶ σεαυτὸν οὐκ ἔχεις
- εὑρεῖν ὁποίοις φαρμάκοις ἰάσιμος.
- Προμηθεύς
- τὰ λοιπά μου κλύουσα θαυμάσῃ πλέον,
- οἵας τέχνας τε καὶ πόρους ἐμησάμην.
- τὸ μὲν μέγιστον, εἴ τις ἐς νόσον πέσοι,
- οὐκ ἦν ἀλέξημ᾽ οὐδέν, οὔτε βρώσιμον,
- οὐ χριστόν, οὐδὲ πιστόν, ἀλλὰ φαρμάκων
- χρείᾳ κατεσκέλλοντο, πρίν γ᾽ ἐγώ σφισιν
- ἔδειξα κράσεις ἠπίων ἀκεσμάτων,
- αἷς τὰς ἁπάσας ἐξαμύνονται νόσους.
- τρόπους τε πολλοὺς μαντικῆς ἐστοίχισα,
- κἄκρινα πρῶτος ἐξ ὀνειράτων ἃ χρὴ
- ὕπαρ γενέσθαι, κληδόνας τε δυσκρίτους
- ἐγνώρισ᾽ αὐτοῖς ἐνοδίους τε συμβόλους·
- γαμψωνύχων τε πτῆσιν οἰωνῶν σκεθρῶς
- διώρισ᾽, οἵτινές τε δεξιοὶ φύσιν
- εὐωνύμους τε, καὶ δίαιταν ἥντινα
- ἔχουσ᾽ ἕκαστοι, καὶ πρὸς ἀλλήλους τίνες
- ἔχθραι τε καὶ στέργηθρα καὶ συνεδρίαι·
- σπλάγχνων τε λειότητα, καὶ χροιὰν τίνα
- ἔχουσ᾽ ἂν εἴη δαίμοσιν πρὸς ἡδονὴν
- χολή, λοβοῦ τε ποικίλην εὐμορφίαν.
- κνίσῃ τε κῶλα συγκαλυπτὰ καὶ μακρὰν
- ὀσφῦν πυρώσας δυστέκμαρτον ἐς τέχνην
- ὥδωσα θνητούς, καὶ φλογωπὰ σήματα
- ἐξωμμάτωσα, πρόσθεν ὄντ᾽ ἐπάργεμα.
- τοιαῦτα μὲν δὴ ταῦτ᾽· ἔνερθε δὲ χθονὸς
- κεκρυμμέν᾽, ἀνθρώποισιν ὠφελήματα,
- χαλκόν, σίδηρον, ἄργυρον, χρυσόν τε τίς
- φήσειεν ἂν πάροιθεν ἐξευρεῖν ἐμοῦ;
- οὐδείς, σάφ᾽ οἶδα, μὴ μάτην φλύσαι θέλων.
- βραχεῖ δὲ μύθῳ πάντα συλλήβδην μάθε,
- πᾶσαι τέχναι βροτοῖσιν ἐκ Προμηθέως.
- Χορός
- μή νυν βροτοὺς μὲν ὠφέλει καιροῦ πέρα,
- σαυτοῦ δ᾽ ἀκήδει δυστυχοῦντος. ὡς ἐγὼ
- εὔελπίς εἰμι τῶνδέ σ᾽ ἐκ δεσμῶν ἔτι
- λυθέντα μηδὲν μεῖον ἰσχύσειν Διός.
- Προμηθεύς
- οὐ ταῦτα ταύτῃ μοῖρά πω τελεσφόρος
- κρᾶναι πέπρωται, μυρίαις δὲ πημοναῖς
- δύαις τε καμφθεὶς ὧδε δεσμὰ φυγγάνω·
- τέχνη δ᾽ ἀνάγκης ἀσθενεστέρα μακρῷ.
- Χορός
- τίς οὖν ἀνάγκης ἐστὶν οἰακοστρόφος;
- Προμηθεύς
- Μοῖραι τρίμορφοι μνήμονές τ᾽ Ἐρινύες
- Χορός
- τούτων ἄρα Ζεύς ἐστιν ἀσθενέστερος;
- Προμηθεύς
- οὔκουν ἂν ἐκφύγοι γε τὴν πεπρωμένην.
- Χορός
- τί γὰρ πέπρωται Ζηνὶ πλὴν ἀεὶ κρατεῖν;
- Προμηθεύς
- τοῦτ᾽ οὐκέτ᾽ ἂν πύθοιο μηδὲ λιπάρει.
- Χορός
- ἦ πού τι σεμνόν ἐστιν ὃ ξυναμπέχεις.
- Προμηθεύς
- ἄλλου λόγου μέμνησθε, τόνδε δ᾽ οὐδαμῶς
- καιρὸς γεγωνεῖν, ἀλλὰ συγκαλυπτέος
- ὅσον μάλιστα· τόνδε γὰρ σῴζων ἐγὼ
- δεσμοὺς ἀεικεῖς καὶ δύας ἐκφυγγάνω.
- Β' Σ Τ Α Σ Ι Μ Ο
- Χορός
- μηδάμ᾽ ὁ πάντα νέμων
- θεῖτ᾽ ἐμᾷ γνώμᾳ κράτος ἀντίπαλον Ζεύς,
- μηδ᾽ ἐλινύσαιμι θεοὺς ὁσίαις θοίναις ποτινισομένα
- βουφόνοις παρ᾽ Ὠκεανοῦ πατρὸς ἄσβεστον πόρον,
- μηδ᾽ ἀλίτοιμι λόγοις·
- ἀλλά μοι τόδ᾽ ἐμμένοι καὶ μήποτ᾽ ἐκτακείη·
- ἁδύ τι θαρσαλέαις
- τὸν μακρὸν τείνειν βίον ἐλπίσι, φαναῖς
- θυμὸν ἀλδαίνουσαν ἐν εὐφροσύναις. φρίσ-
- σω δέ σε δερκομένα
- μυρίοις μόχθοις διακναιόμενον
- Ζῆνα γὰρ οὐ τρομέων
- ἰδίᾳ γνώμᾳ σέβῃ θνατοὺς ἄγαν, Προμηθεῦ.
- φέρ᾽, ὅπως ἄχαρις χάρις, ὦ φίλος·
- εἰπὲ ποῦ τίς ἀλκά;
- τίς ἐφαμερίων ἄρηξις; οὐδ᾽ ἐδέρχθης
- ὀλιγοδρανίαν ἄκικυν,
- ἰσόνειρον, τὸ φωτῶν
- ἀλαὸν γένος ἐμπεποδισμένον; οὔποτε
- τὰν Διὸς ἁρμονίαν θνατῶν παρεξίασι βουλαί.
- ἔμαθον τάδε σὰς προσιδοῦσ᾽ ὀλο-
- ὰς τύχας, Προμηθεῦ.
- τὸ διαμφίδιον δέ μοι μέλος προσέπτα
- τόδ᾽ ἐκεῖνό θ᾽, ὅ τ᾽ ἀμφὶ λουτρὰ
- καὶ λέχος σὸν ὑμεναίουν
- ἰότατι γάμων, ὅτε τὰν ὁμοπάτριον ἕδνοις
- ἄγαγες Ἡσιόναν πείθὼν δάμαρτα κοινόλεκτρον.
- ΦΑΙΔΩΝ ΑΛΚΙΝΟΟΣ
ΦΑΙΔΩΝ ΑΛΚΙΝΟΟΣ ΑΡΧΑΙΑ ΕΛΛΗΝΙΚΗ: ΦΙΛΟΣΟΦΙΑ ΠΟΙΗΣΗ ΤΡΑΓΩΔΙΑ ΚΩΜΩΔΙΑ ΕΠΙΣΤΗΜΗ ΤΕΧΝΗ ΓΡΑΜΜΑΤΕΙΑ, ΑΡΧΑΙΟ ΕΛΛΗΝΙΚΟ: ΘΕΑΤΡΟ ΔΡΑΜΑ ΚΕΙΜΕΝΟ, ΣΥΓΧΡΟΝΗ ΠΟΙΗΣΗ, ΣΥΓΧΡΟΝΕΣ ΤΕΧΝΕΣ, ΛΟΓΟΤΕΧΝΙΑ... ΜΙΑΣ ΚΙ...: ΕΝ ΑΡΧΗ ΗΝ Ο ΛΟΓΟΣ...
Δευτέρα, 8 Αυγούστου 2011
ΑΙΣΧΥΛΟΥ - ΠΡΟΜΗΘΕΑΣ ΔΕΣΜΩΤΗΣ - Α' ΜΕΡΟΣ
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου